Συνωμοσία πρὸς θανάτωσιν τοῦ Ἰησοῦ Χριστοῦ
1Ἣν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν.
2Ἔλεγον δὲ μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.
Ὁ Ἰησοῦς μυρώνεται εἰς Βηθανίαν
3Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς, καὶ συντρίψασα τὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς.
4Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;
5Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ.
6Ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί.
7Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
8Ὅ ἔσχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν.
9Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
Ἡ προδοσία τοῦ ᾿Ιούδα
10Καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς.
11Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ
Τὸ τελευταῖον δεῖπνον
12Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;
13Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ,
14καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστι τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
15Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν.
16Καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
17Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.
18Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾿ ἐμοῦ.
19Οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾿ εἷς· μήτι ἐγώ; Καὶ ἄλλος· μήτι ἐγώ;
20Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυβλίον.
21Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
22Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου.
23Καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
24Καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον.
25Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
Ὁ Ἰησοῦς προλέγει ὅτι θὰ τὸν ἀπαρνηθοῦν οἱ μαθηταί
26Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
27Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα·
28ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
29Ὁ δὲ Πέτρος ἔφη αὐτῷ· καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾿ οὐκ ἐγώ.
30Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
31Ὁ δὲ Πέτρος ἐκ περισσοῦ ἔλεγε μᾶλλον· ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
Ὁ Ἰησοῦς Χριστὸς εἰς Γεθσημανῆ
32Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι.
33Καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ᾿ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν
34καὶ λέγειν αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.
35Καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ᾿ αὐτοῦ ἡ ὥρα,
36καὶ ἔλεγεν· ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ἀπ᾿ ἐμοῦ τοῦτο· ἀλλ᾿ οὐ τί ἐγὼ θέλω, ἀλλ᾿ εἴ τι σύ.
37Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι;
38Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
39Καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.
40Καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.
41Καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε! Ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν·
42ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε.Ὁ Ἰησοῦς Χριστὸς συλλαμβάνεται
43Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπεσταλμένοι παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ τῶν πρεσβυτέρων.
44Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς.
45Καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· χαῖρε, ραββί, καὶ κατεφίλησεν αὐτόν.
46Οἱ δὲ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν.
47Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
48Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με·
49καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. Ἀλλ᾿ ἵνα πληρωθῶσιν αἱ γραφαί.
50καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
51Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι.
52Ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾿ αὐτῶν.
Ὁ Ἰησοῦς Χριστὸς δικάζεται ἐνώπιον τοῦ ἀρχιερέως
53Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
54Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.
55Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον·
56πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
57Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ λέγοντες
58ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.
59Καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.
60Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν Ἰησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν;
61Ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;
62Ὁ δὲ Ἰησοῦς εἶπεν· ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
63Ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
64Ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου.
65Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. Καὶ οἱ ὑπηρέται ραπίσμασιν αὐτὸν ἔβαλον.
Ὁ Πέτρος ἀρνεῖται τὸν Ἰησοῦν Χριστόν
66Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,
67καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ Ἰησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα.
68Ὁ δὲ ἠρνήσατο λέγων· οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησε.
69Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν.
70Ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει.
71Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε.
72Καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ρῆμα ὃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε.
Η συνωμοσία για τη θανάτωση του Ιησού
(Μτ 26:1-5 · Λκ 22:1-2 · Ιω 11:45-53)
1Ύστερα από δύο μέρες ήταν η γιορτή του Πάσχα και των Αζύμων. Οι αρχιερείς και οι γραμματείς αναζητούσαν τρόπο να συλλάβουν τον Ιησού με πονηριά και να τον θανατώσουν.
2«Όχι όμως κατά τη γιορτή», έλεγαν, «για να μην ξεσηκωθεί ο λαός».
Η χρίση του Ιησού με μύρο
(Μτ 26:6-13 · Ιω 12:1-8)
3Ενώ βρισκόταν ο Ιησούς στη Βηθανία, στο σπίτι του Σίμωνα του λεπρού, την ώρα που έτρωγε, ήρθε μια γυναίκα που κρατούσε ένα αλαβάστρινο δοχείο με μύρο από γνήσια, πανάκριβη νάρδο· έσπασε το δοχείο κι έχυσε το μύρο στο κεφάλι του.
4Μερικοί τότε από τους παρόντες αγανάκτησαν κι έλεγαν: «Προς τι αυτή η σπατάλη του μύρου;
5Αυτό το μύρο θα μπορούσε να πουληθεί περισσότερο από τριακόσια δηνάρια και το αντίτιμο να δοθεί στους φτωχούς». Κι επιτιμούσαν τη γυναίκα αυστηρά.
6Ο Ιησούς όμως τους είπε: «Αφήστε την ήσυχη· γιατί της δημιουργείτε προβλήματα; Έκανε μια καλή πράξη για μένα.
7Όσο για τους φτωχούς, αυτούς πάντα τους έχετε μαζί σας και μπορείτε να τους ευεργετήσετε όποτε θέλετε· εμένα όμως δε θα μ’ έχετε πάντοτε.
8Αυτή εδώ η γυναίκα έκανε αυτό που μπορούσε: άλειψε προκαταβολικά το σώμα μου με μύρο για να το ετοιμάσει για την ταφή.
9Και σας βεβαιώνω πως σ’ όλον τον κόσμο, όπου κηρυχθεί το ευαγγέλιο, θα γίνεται λόγος και για την πράξη της, κι έτσι θα τη θυμούνται».
Η προδοσία του Ιούδα
(Μτ 26:14-16 · Λκ 22:3-6)
10Τότε ο Ιούδας ο Ισκαριώτης, ένας από τους δώδεκα μαθητές, πήγε στους αρχιερείς, για να τους παραδώσει τον Ιησού.
11Τ’ άκουσαν αυτοί και χάρηκαν, και του υποσχέθηκαν να του δώσουν χρήματα. Έτσι εκείνος ζητούσε να βρει την κατάλληλη ευκαιρία, για να τους τον παραδώσει.
Το τελευταίο δείπνο
(Μτ 26:17-30 · Λκ 22:7-23 · Ιω 13:21-30 · Α΄ Κορ 11:23-25)
12Την πρώτη μέρα της γιορτής των Αζύμων, τότε που θυσίαζαν τον αμνό του Πάσχα, λένε στον Ιησού οι μαθητές του: «Πού θέλεις να πάμε να σου ετοιμάσουμε να φας το πασχαλινό δείπνο;»
13Στέλνει τότε δύο από τους μαθητές του και τους λέει: «Πηγαίνετε στην πόλη, και θα σας συναντήσει κάποιος που μεταφέρει ένα σταμνί με νερό· ακολουθήστε τον,
14και στο σπίτι που θα μπει πείτε στον οικοδεσπότη ότι ο Διδάσκαλος ρωτάει: “πού είναι το δωμάτιο όπου θα φάω το πασχαλινό δείπνο με τους μαθητές μου;”
15Αυτός θα σας δείξει ένα μεγάλο ανώγι, έτοιμο στρωμένο. Εκεί να κάνετε τις ετοιμασίες για μας».
16Έφυγαν οι μαθητές και πήγαν στην πόλη· τα βρήκαν όπως τους είχε πει ο Ιησούς κι ετοίμασαν το πασχαλινό τραπέζι.
17Όταν βράδιασε, πήγε εκεί ο Ιησούς με τους δώδεκα.
18Ενώ ήταν στο τραπέζι κι έτρωγαν, είπε ο Ιησούς: «Αλήθεια σας λέω πως κάποιος από σας που τρώει μαζί μου θα με προδώσει».
19Λυπήθηκαν οι μαθητές κι άρχισαν να ρωτούν ο ένας μετά τον άλλο: «Μήπως είμαι εγώ;» Και άλλος: «Μήπως εγώ;»
20Τότε ο Ιησούς τους είπε: «Ένας από τους δώδεκα· αυτός που βουτάει το ψωμί του μαζί μου στην ίδια πιατέλα.
21Ο Υιός του Ανθρώπου, βέβαια, θα πεθάνει όπως το λένε οι Γραφές γι’ αυτόν, αλίμονο όμως στον άνθρωπο εκείνον που προδίδει τον Υιό του Ανθρώπου. Θα ήταν καλύτερα γι’ αυτόν να μην είχε γεννηθεί».
22Κι ενώ έτρωγαν, πήρε ο Ιησούς το ψωμί, το ευλόγησε, το έκοψε κομμάτια και έδωσε στους μαθητές λέγοντας: «Λάβετε και φάγετε, αυτό είναι το σώμα μου».
23Ύστερα πήρε το ποτήρι, κι αφού είπε ευχαριστήρια προσευχή, τους το έδωσε, και ήπιαν απ’ αυτό όλοι.
24Και τους είπε: «Αυτό είναι το αίμα μου, που επισφραγίζει τη νέα διαθήκη και χύνεται για χάρη όλων.
25Σας βεβαιώνω πως δε θα ξαναπιώ από τον καρπό του αμπελιού ως την ημέρα εκείνη που θα το πίνω καινούριο στη βασιλεία του Θεού».
26Κι αφού έψαλαν τους καθιερωμένους ψαλμούς, βγήκαν έξω για να πάνε στο όρος των Ελαιών.
Πρόρρηση της άρνησης του Πέτρου
(Μτ 26:31-35 · Λκ 22:31-34 · Ιω 13:36-38)
27Τους λέει τότε ο Ιησούς: «Όλοι θα χάσετε την εμπιστοσύνη σας σ’ εμένα αυτή τη νύχτα· όπως το λέει κι η Γραφή:Θα σκοτώσω το βοσκό,και θα διασκορπιστούν τα πρόβατα.
28»Μετά την ανάστασή μου όμως θα σας περιμένω στη Γαλιλαία, όπου θα πάω πριν από σας».
29Ο Πέτρος τότε του είπε: «Κι αν όλοι χάσουν την εμπιστοσύνη τους σ’ εσένα, εγώ όμως όχι».
30Τότε του λέει ο Ιησούς: «Σε βεβαιώνω πως εσύ σήμερα κιόλας, αυτή τη νύχτα, πριν λαλήσει δύο φορές ο πετεινός, τρεις φορές θα αρνηθείς πως με ξέρεις».
31Ο Πέτρος όμως ακόμη πιο έντονα τον διαβεβαίωνε: «Δε θα σε απαρνηθώ, κι αν ακόμη χρειαστεί να πεθάνω μαζί σου». Τα ίδια έλεγαν κι όλοι οι άλλοι.
Η προσευχή του Ιησού στη Γεθσημανή
(Μτ 26:36-46 · Λκ 22:39-46)
32Έρχονται σ’ έναν τόπο που τ’ όνομά του είναι Γεθσημανή, και λέει ο Ιησούς στους μαθητές του: «Καθίστε εδώ ώσπου να προσευχηθώ».
33Παίρνει μαζί του τον Πέτρο, τον Ιάκωβο και τον Ιωάννη και άρχισε να συνταράζεται και να αγωνιά.
34Τότε τους λέει: «Περίλυπη μέχρι θανάτου είναι η ψυχή μου· περιμένετε εδώ και μείνετε ξάγρυπνοι».
35Κι αφού απομακρύνθηκε λίγο, έπεσε με το πρόσωπο στη γη και προσευχόταν, να γλιτώσει, αν ήταν δυνατό, από αυτή την ώρα.
36«Αββά, Πατέρα», έλεγε, «όλα είναι δυνατά για σένα· γλίτωσέ με απ’ αυτό το ποτήρι· ας μη γίνει όμως το δικό μου θέλημα αλλά το δικό σου».
37Έρχεται πίσω και τους βρίσκει να κοιμούνται, και λέει στον Πέτρο: «Σίμων, κοιμάσαι; Δεν μπορέσατε να μείνετε άγρυπνοι ούτε μία ώρα;
38Μείνετε άγρυπνοι και προσεύχεστε, για να μη σας νικήσει ο πειρασμός· το πνεύμα είναι πρόθυμο, η σάρκα όμως αδύναμη».
39Απομακρύνθηκε πάλι και προσευχήθηκε με τα ίδια λόγια.
40Γύρισε και τους ξαναβρήκε να κοιμούνται· τα μάτια τους ήταν βαριά από τη νύστα και δεν ήξεραν τι να του απαντήσουν.
41Έρχεται για τρίτη φορά και τους λέει: «Κοιμάστε ακόμα και ξεκουράζεστε; Φτάνει. Ήρθε η ώρα. Τώρα ο Υιός του Ανθρώπου παραδίνεται στα χέρια ανθρώπων αμαρτωλών.
42Σηκωθείτε, πρέπει να πηγαίνουμε· να, έφτασε αυτός που θα με προδώσει».
Η σύλληψη του Ιησού
(Μτ 26:47-56 · Λκ 22:47-53 · Ιω 18:3-12)
43Κι αμέσως, ενώ ακόμα μιλούσε ο Ιησούς, φτάνει ο Ιούδας ο Ισκαριώτης, ένας από τους δώδεκα, και μαζί του ένα πλήθος από ανθρώπους οπλισμένους με ξίφη και ρόπαλα, σταλμένους από τους αρχιερείς, τους γραμματείς και τους πρεσβυτέρους του συνεδρίου.
44Αυτός που θα τον πρόδιδε τους είχε δώσει το εξής συνθηματικό σημάδι: «Όποιον φιλήσω, αυτός είναι· πιάστε τον και μεταφέρετέ τον με μέτρα ασφαλείας».
45Έρχεται αμέσως ο Ιούδας, πλησιάζει τον Ιησού και του λέει: «Χαίρε Δάσκαλε!» και τον φίλησε θερμά.
46Αυτοί τότε συνέλαβαν τον Ιησού και τον έδεσαν.
47Κάποιος όμως από τους παρόντες τράβηξε το μαχαίρι του, χτύπησε το δούλο του αρχιερέα και του έκοψε τ’ αυτί.
48Ο Ιησούς απευθύνθηκε σ’ αυτούς και τους είπε: «Ληστής είμαι, και βγήκατε με ξίφη και ρόπαλα να με συλλάβετε;
49Κάθε μέρα ήμουν ανάμεσά σας στο ναό και δίδασκα, και δε με συλλάβατε· αλλά έγινε έτσι για να επαληθευτούν οι Γραφές».
50Όλοι τότε τον εγκατέλειψαν κι έφυγαν.
51Ένας νέος τον ακολούθησε περιτυλιγμένος κατάσαρκα μ’ ένα σεντόνι, αλλά τον έπιασαν άλλοι νέοι.
52Αυτός όμως άφησε το σεντόνι στα χέρια τους κι έφυγε γυμνός.
Ο Ιησούς στο μεγάλο συνέδριο
(Μτ 26:57-68 · Λκ 22:54-55 · Λκ 22:63-71 · Ιω 18:13-14 · Ιω 18:19-24)
53Έσυραν τον Ιησού στον αρχιερέα· εκεί συγκεντρώθηκαν όλοι οι αρχιερείς, οι πρεσβύτεροι και οι γραμματείς.
54Ο Πέτρος τον ακολούθησε από μακριά μέχρι μέσα στην αυλή, στο παλάτι του αρχιερέα· εκεί κάθισε με τους υπηρέτες και ζεσταινόταν κοντά στη φωτιά.
55Οι αρχιερείς κι ολόκληρο το συνέδριο αναζητούσαν μια μαρτυρία εναντίον του Ιησού, ώστε να τον καταδικάσουν σε θάνατο, αλλά δεν έβρισκαν.
56Πολλοί τον κατηγορούσαν με ψεύτικες μαρτυρίες, μα οι μαρτυρίες δε συμφωνούσαν μεταξύ τους.
57Παρουσιάστηκαν τότε μερικοί ψευδομάρτυρες και είπαν εναντίον του:
58«Εμείς τον ακούσαμε να λέει: “εγώ θα γκρεμίσω αυτόν το ναό, που έγινε από ανθρώπινα χέρια, και σε τρεις μέρες θα οικοδομήσω άλλον, που δε θα τον έχουν φτιάξει ανθρώπινα χέρια”».
59Αλλά και σ’ αυτό δε συμφωνούσαν οι μαρτυρίες τους.
60Σηκώθηκε τότε ο αρχιερέας στη μέση και ρώτησε τον Ιησού: «Δεν έχεις να πεις τίποτε; Τι είναι αυτά που σε κατηγορούν;»
61Ο Ιησούς όμως σιωπούσε και δεν έδινε καμιά απάντηση. Πάλι ο αρχιερέας τον ρώτησε: «Εσύ είσαι ο Μεσσίας, ο Υιός του ευλογημένου Θεού;»
62Ο Ιησούς απάντησε: «Εγώ είμαι. Και θα δείτε τον Υιό του Ανθρώπου να κάθεται στα δεξιά του παντοδύναμου Θεού, και να έρχεται πάνω στα σύννεφα του ουρανού».
63Ο αρχιερέας τότε διέρρηξε τα ιμάτιά του και είπε: «Τι μας χρειάζονται τώρα πια οι μάρτυρες;
64Ακούσατε, βέβαια, τα βλάσφημα λόγια του. Τι απόφαση παίρνετε;» Και όλοι έκριναν πως είναι ένοχος και πρέπει να θανατωθεί.
65Μερικοί τότε άρχισαν να τον φτύνουν. Του σκέπαζαν το πρόσωπο, τον χαστούκιζαν και τον ρωτούσαν: «Αφού είσαι προφήτης, πες μας ποιος είναι αυτός που σε χτύπησε». Επίσης και οι υπηρέτες τού έδιναν ραπίσματα.
Η άρνηση του Πέτρου
(Μτ 26:69-75 · Λκ 22:56-62 · Ιω 18:15-18 · Ιω 18:25-27)
66Ενώ ο Πέτρος ήταν κάτω στην αυλή, έρχεται μια από τις δούλες του αρχιερέα,
67και βλέποντάς τον να ζεσταίνεται, τον κοίταξε και του είπε: «Ήσουν κι εσύ μαζί με τον Ιησού το Ναζαρηνό».
68Αυτός αρνήθηκε λέγοντας: «Ούτε ξέρω ούτε καταλαβαίνω τι λες». Βγήκε έξω στο προαύλιο και τότε λάλησε ο πετεινός.
69Η δούλη που τον είδε άρχισε πάλι να λέει σ’ αυτούς που βρίσκονταν εκεί: «Είναι κι αυτός από κείνους».
70Ο Πέτρος όμως πάλι αρνιόταν. Ύστερα από λίγο πάλι οι παρευρισκόμενοι του έλεγαν: «Ασφαλώς κι εσύ είσαι απ’ αυτούς, γιατί είσαι Γαλιλαίος· το δείχνει και η προφορά σου».
71Ο Πέτρος όμως άρχισε να ορκίζεται: «Ο Θεός να με τιμωρήσει αν τον ξέρω αυτόν τον άνθρωπο, για τον οποίο μιλάτε». Και για δεύτερη φορά λάλησε ο πετεινός.
72Θυμήθηκε τότε ο Πέτρος τι του είχε πει ο Ιησούς· ότι δηλαδή πριν λαλήσει δυο φορές ο πετεινός, τρεις φορές θ’ αρνηθείς πως με ξέρεις. Και άρχισε να κλαίει.
Copyrighted by the Hellenic Bible Society, 1997, 2003.
Αρχαίο Κείμενο

Απόδοση στα Νέα Ελληνικά