ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ 26

Συνωμοσία κατὰ τοῦ ᾿Ιησοῦ Χριστοῦ
1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους εἶπε τοῖς μαθηταῖς αὐτοῦ·
2οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
3Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,
4καὶ συνεβουλεύσαντο ἵνα τὸν ᾿Ιησοῦν δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν.
5Ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
Ὁ Ἰησοῦς Χριστὸς μυρώνεται εἰς Βηθανίαν
6Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
7προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου.
8Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη;
9Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς πτωχοῖς.
10Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ.
11Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
12Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
13Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
Ἡ προδοσία τοῦ Ἰούδα
14Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε·
15τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
16Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
Τὸ τελευταῖον δεῖπνον
17Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;
18Ὁ δὲ εἶπεν· ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
19Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.
20Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα.
21Καὶ ἐσθιόντων αὐτῶν εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
22Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν· μήτι ἐγώ εἰμι, Κύριε;
23Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ ἐμβάψας μετ᾿ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει.
24Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
25Ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε· μήτι ἐγώ εἰμι, ραββί; λέγει αὐτῷ, σὺ εἶπας.
26Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου·
27καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες·
28τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
29Λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾿ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾿ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
30Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
Ὁ Ἰησοῦς Χριστὸς προλέγει τὸν διασκορπισμὸν τῶν μαθητῶν
31Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης·
32μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
33Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι.
34Ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
35Λέγει αὐτῷ ὁ Πέτρος· κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον.
Ὁ Ἰησοῦς Χριστὸς εἰς Γεθσημανῆ
36Τότε ἔρχεται μετ᾿ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ.
37Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
38Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾿ ἐμοῦ.
39Καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ.
40Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ!
41Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
42Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ᾿ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
43Καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
44Καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπών·
45τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε! ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
46ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
Σύλληψις τοῦ Ἰησοῦ Χριστοῦ
47Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
48Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν.
49Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε· χαῖρε, ραββί, καὶ κατεφίλησεν αὐτόν.
50Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἑταῖρε, ἐφ᾿ ᾧ πάρει. Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.
51Καὶ ἰδοὺ εἷς τῶν μετὰ ᾿Ιησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
52Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀποθανοῦνται.
53Ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων;
54Πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτω δεῖ γενέσθαι;
55Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με.
56Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
Ἡ δίκη τοῦ Ἰησοῦ Χριστοῦ ἐνώπιον τοῦ ἀρχιερέως
57Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
58Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
59Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτόν,
60καὶ οὐχ εὗρον· καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες
61εἶπον· οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.
62Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;
63Ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ.
64Λέγει αὐτῷ ὁ Ἰησοῦς· σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
65Τότε ὁ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ·
66Τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπον· ἔνοχος θανάτου ἐστί.
67Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐρράπισαν
68λέγοντες· προφήτευσον ἡμῖν Χριστέ, τίς ἐστιν ὁ παίσας σε;
Ὁ Πέτρος ἀρνεῖται τὸν Χριστόν
69Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.
70Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων λέγων· οὐκ οἶδα τί λέγεις.
71Ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς· ἐκεῖ καὶ οὗτος ἦν μετὰ ᾿Ιησοῦ τοῦ Ναζωραίου.
72Καὶ πάλιν ἠρνήσατο μεθ᾿ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.
73Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
74Τότε ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε.
75Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ρήματος Ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.
Η συνωμοσία για τη θανάτωση του Ιησού
(Μκ 14:1-2 · Λκ 22:1-2 · Ιω 11:45-53)
1Όταν τελείωσε ο Ιησούς όλα αυτά τα λόγια, είπε στους μαθητές του:
2«Ξέρετε ότι σε δύο μέρες είναι η γιορτή του Πάσχα· και ο Υιός του Ανθρώπου θα παραδοθεί για να σταυρωθεί».
3Συγκεντρώθηκαν τότε οι αρχιερείς και οι γραμματείς και οι πρεσβύτεροι του συνεδρίου στο παλάτι του αρχιερέα, ο οποίος ονομαζόταν Καϊάφας,
4κι αποφάσισαν να συλλάβουν με δόλο τον Ιησού και να τον θανατώσουν.
5«Όχι όμως πάνω στη γιορτή», έλεγαν, «για να μην ξεσηκωθεί ο λαός».
Η χρίση του Ιησού με μύρο
(Μκ 14:3-9 · Ιω 12:1-8)
6Στο μεταξύ ο Ιησούς πήγε στη Βηθανία στο σπίτι του Σίμωνα του λεπρού.
7Εκεί τον πλησίασε μια γυναίκα που κρατούσε ένα αλαβάστρινο δοχείο με πάρα πολύ ακριβό μύρο κι έχυσε το μύρο στο κεφάλι του καθώς ο Ιησούς έτρωγε.
8Όταν το είδαν αυτό οι μαθητές, αγανάκτησαν. «Προς τι αυτή η σπατάλη;» έλεγαν.
9«Αυτό το μύρο θα μπορούσε να πουληθεί ακριβά και το αντίτιμο να δοθεί στους φτωχούς».
10Ο Ιησούς όμως κατάλαβε και τους είπε: «Γιατί δημιουργείτε προβλήματα στη γυναίκα; Έκανε μια καλή πράξη για μένα.
11Όσο για τους φτωχούς, αυτούς πάντοτε θα τους έχετε μαζί σας· εμένα όμως δεν θα μ’ έχετε πάντοτε.
12Το μύρο που έριξε στο σώμα μου αυτή η γυναίκα ήταν προετοιμασία για την ταφή μου.
13Σας βεβαιώνω όμως πως σ’ όλο τον κόσμο, όπου κι αν κηρυχθεί το ευαγγέλιο, θα γίνεται λόγος και για την πράξη της, και έτσι θα τη θυμούνται».
Η προδοσία του Ιούδα
(Μκ 14:10-11 · Λκ 22:3-6)
14Τότε ο Ιούδας ο Ισκαριώτης, ένας από τους δώδεκα μαθητές, σηκώθηκε και πήγε στους αρχιερείς και τους είπε:
15«Τι θα μου δώσετε; κι εγώ θα σας τον παραδώσω». Αυτοί του μέτρησαν τριάντα αργύρια.
16Από τότε ζητούσε να βρει κατάλληλη ευκαιρία για να τους τον παραδώσει.
Το τελευταίο δείπνο
(Μκ 14:12-26 · Λκ 22:7-23)
17Την πρώτη μέρα της γιορτής των Αζύμων πήγαν στον Ιησού οι μαθητές και τον ρώτησαν: «Πού θέλεις να σου ετοιμάσουμε να φας το πασχαλινό δείπνο;»
18Αυτός τους απάντησε: «Να πάτε στην πόλη, στον τάδε, και να του πείτε: “ο Διδάσκαλος λέει: Κοντεύει η ώρα μου· θα γιορτάσω στο σπίτι σου το Πάσχα μαζί με τους μαθητές μου”».
19Οι μαθητές έκαναν όπως τους πρόσταξε ο Ιησούς κι ετοίμασαν το πασχαλινό τραπέζι.
20Όταν βράδιασε, κάθισε στο τραπέζι με τους δώδεκα.
21Κι εκεί που έτρωγαν τους είπε: «Αλήθεια σας λέω, ένας από σας θα με προδώσει».
22Αυτοί λυπήθηκαν κατάκαρδα κι άρχισαν ένας ένας να ρωτούν: «Μήπως εγώ, Κύριε;»
23Εκείνος τους έδωσε τούτη την απάντηση: «Όποιος βούτηξε μαζί μου το χέρι στην πιατέλα, αυτός θα με παραδώσει.
24Ο Υιός του Ανθρώπου θα πεθάνει, όπως έχουν πει γι’ αυτόν οι Γραφές. Αλίμονο όμως στον άνθρωπο εκείνον που θα προδώσει τον Υιό του Ανθρώπου. Θα ’ταν καλύτερα γι’ αυτόν να μην είχε γεννηθεί».
25Ρώτησε κι ο Ιούδας, που τον πρόδωσε: «Μήπως είμαι εγώ, Διδάσκαλε;» Κι ο Ιησούς του απάντησε: «Και βέβαια, όπως το είπες».
26Ενώ έτρωγαν, πήρε ο Ιησούς το ψωμί και αφού είπε ευχαριστήρια προσευχή, το έκοψε κομμάτια και το έδωσε στους μαθητές του λέγοντας: «Λάβετε και φάγετε· αυτό είναι το σώμα μου».
27Ύστερα πήρε το ποτήρι και, αφού είπε ευχαριστήρια προσευχή, τους το έδωσε λέγοντας: «Πιείτε από αυτό όλοι,
28γιατί αυτό είναι το αίμα μου, που επισφραγίζει τη νέα διαθήκη και χύνεται για χάρη όλων, για να τους συγχωρηθούν οι αμαρτίες.
29Σας βεβαιώνω πως δεν θα ξαναπιώ από τούτο τον καρπό του αμπελιού ως την ημέρα που θα το πίνω καινούριο μαζί σας στη βασιλεία του Πατέρα μου».
30Αφού έψαλαν τους καθιερωμένους ψαλμούς, βγήκαν για να πάνε στο όρος των Ελαιών.Τους λέει τότε ο Ιησούς:
Η πρόρρηση της άρνησης του Πέτρου
(Μκ 14:27-31 · Λκ 22:31-34 · Ιω 13:36-38)
31«Αυτή τη νύχτα όλοι σας θα χάσετε την εμπιστοσύνη σας σ’ εμένα, όπως άλλωστε το λέει η Γραφή:Θα σκοτώσω το βοσκό,και θα σκορπιστούν τα πρόβατα του κοπαδιού.
32Μετά την ανάστασή μου όμως θα σας περιμένω στη Γαλιλαία, όπου θα πάω πριν από σας».
33Ο Πέτρος του αποκρίθηκε: «Κι αν όλοι χάσουν την εμπιστοσύνη τους σ’ εσένα, εγώ ποτέ δε θα τη χάσω».
34Του είπε κι ο Ιησούς: «Σε βεβαιώνω πως αυτή τη νύχτα, προτού λαλήσει ο πετεινός, θα με απαρνηθείς τρεις φορές».
35Ο Πέτρος όμως του λέει: «Δε θα σε απαρνηθώ, έστω και αν χρειαστεί να πεθάνω μαζί σου». Τα ίδια έλεγαν κι όλοι οι άλλοι μαθητές.
Η προσευχή του Ιησού στη Γεθσημανή
(Μκ 14:32-42 · Λκ 22:39-46)
36Τότε ο Ιησούς πηγαίνει μαζί με τους μαθητές σ’ έναν τόπο που λέγεται Γεθσημανή και τους λέει: «Καθίστε αυτού· εγώ θα πάω λίγο παραπέρα να προσευχηθώ».
37Κι αφού πήρε μαζί του τον Πέτρο και τους δύο γιους του Ζεβεδαίου, άρχισε να λυπάται και να αγωνιά.
38Τότε τους λέει: «Περίλυπη μέχρι θανάτου είναι η ψυχή μου. Περιμένετε εδώ και μείνετε ξάγρυπνοι μαζί μου».
39Αφού απομακρύνθηκε λίγο, έπεσε με το πρόσωπο στη γη και προσευχόταν με τούτα τα λόγια: «Πατέρα μου, αν είναι δυνατό, ας μην πιω αυτό το ποτήρι· όμως ας μη γίνει το δικό μου θέλημα αλλά το δικό σου».
40Μετά έρχεται στους μαθητές και τους βρίσκει να κοιμούνται· τότε λέει στον Πέτρο: «Ούτε μία ώρα δεν μπορέσατε να μείνετε ξάγρυπνοι μαζί μου;
41Μένετε άγρυπνοι και προσεύχεστε, για να μη σας νικήσει ο πειρασμός· το πνεύμα είναι πρόθυμο, η σάρκα όμως αδύναμη».
42Για δεύτερη φορά απομακρύνθηκε και προσευχήθηκε με τούτα τα λόγια: «Πατέρα μου, αν δεν μπορώ ν’ αποφύγω αυτό το ποτήρι αλλά πρέπει να το πιω, ας γίνει το θέλημά σου».
43Μετά ήρθε και τους βρήκε πάλι να κοιμούνται, γιατί τα μάτια τους ήταν βαριά από τη νύστα.
44Τους άφησε όπως ήταν και ξανάφυγε για να προσευχηθεί για τρίτη φορά με τα ίδια λόγια.
45Κατόπιν έρχεται στους μαθητές και τους λέει: «Κοιμάστε ακόμα και ξεκουράζεστε; Να, έφτασε η ώρα και ο Υιός του Ανθρώπου παραδίνεται στα χέρια ανθρώπων αμαρτωλών.
46Σηκωθείτε, πρέπει να πηγαίνουμε· έφτασε αυτός που θα με προδώσει».
Η σύλληψη του Ιησού
(Μκ 14:43-52 · Λκ 22:47-53 · Ιω 18:1-11)
47Μιλούσε ακόμα ο Ιησούς όταν έφτασε ο Ιούδας, ένας από τους δώδεκα. Μαζί του ερχόταν κι ένα πλήθος από ανθρώπους οπλισμένους με ξίφη και ρόπαλα, σταλμένους από τους αρχιερείς και τους πρεσβυτέρους του συνεδρίου.
48Αυτός που θα τον πρόδιδε τους είχε δώσει τούτο το συνθηματικό σημάδι: «Όποιον φιλήσω, αυτός είναι· πιάστε τον».
49Αμέσως, λοιπόν, πλησίασε τον Ιησού, του είπε: «Χαίρε, Διδάσκαλε!» και τον φίλησε.
50Ο Ιησούς του λέει: «Φίλε, κάνε αυτό για το οποίο ήρθες». Τότε πλησίασαν, συνέλαβαν τον Ιησού και τον έδεσαν.
51Ένας όμως απ’ τη συντροφιά του Ιησού έσυρε το μαχαίρι του, χτύπησε το δούλο του αρχιερέα και του έκοψε το αυτί.
52Τότε του λέει ο Ιησούς: «Βάλε το μαχαίρι σου ξανά στη θήκη του, γιατί όλοι όσοι τραβούν μαχαίρι, από μαχαίρι θα πεθάνουν.
53Ή θαρρείς πως δεν μπορώ να παρακαλέσω τον Πατέρα μου και αυτός να μου στείλει για συμπαράσταση πάνω από δώδεκα λεγεώνες αγγέλους;
54Πώς όμως θα βγουν αληθινές οι Γραφές, ότι έτσι πρέπει να γίνει;»
55Γύρισε ύστερα στο πλήθος ο Ιησούς και είπε: «Ληστής είμαι, και βγήκατε να με συλλάβετε με ξίφη και ρόπαλα; Κάθε μέρα καθόμουνα στο ναό και δίδασκα, κι όμως δε με συλλάβατε.
56Αυτό όμως έγινε για να βγουν αληθινές οι προφητείες της Γραφής». Τότε οι μαθητές του τον εγκατέλειψαν όλοι και έφυγαν.
Ο Ιησούς στο μεγάλο συνέδριο
(Μκ 14:53-65 · Λκ 22:54-55 · Λκ 22:63-71 · Ιω 18:12-14 · Ιω 18:19-24)
57Αυτοί που συλλάβανε τον Ιησού τον έσυραν στον αρχιερέα Καϊάφα, όπου συγκεντρώθηκαν οι γραμματείς και οι πρεσβύτεροι.
58Ο Πέτρος τον ακολουθούσε από μακριά ως την αυλή στο παλάτι του αρχιερέα· εκεί μπήκε μέσα και κάθισε με τους υπηρέτες, περιμένοντας να δει τι θ’ απογίνει.
59Οι αρχιερείς, οι πρεσβύτεροι και όλα τα μέλη του συνεδρίου ζητούσαν να βρουν μια ψεύτικη μαρτυρία σε βάρος του Ιησού, για να τον καταδικάσουν σε θάνατο.
60Παρουσιάστηκαν πολλοί ψευδομάρτυρες, αλλά δε βρήκαν την κατηγορία που ήθελαν. Τελικά όμως παρουσιάστηκαν δύο ψευδομάρτυρες,
61που έλεγαν: «Αυτός είπε, “μπορώ να γκρεμίσω το ναό του Θεού και μέσα σε τρεις μέρες να τον ξαναχτίσω”».
62Ο αρχιερέας σηκώθηκε και του είπε: «Δεν έχεις να πεις τίποτα; Τι είναι αυτά που σε κατηγορούν;»
63Ο Ιησούς όμως σιωπούσε. Κι ο αρχιερέας του είπε: «Σε εξορκίζω στο όνομα του αληθινού Θεού, να μας πεις αν εσύ είσαι ο Μεσσίας, ο Υιός του Θεού».
64«Είμαι», του λέει ο Ιησούς, «όπως μόνος σου το είπες. Και σας λέω πως σύντομα θα δείτε τον Υιό του Ανθρώπου να κάθεται στα δεξιά του Θεού και να έρχεται πάνω στα σύννεφα του ουρανού».
65Διέρρηξε τότε τα ιμάτιά του από αγανάκτηση ο αρχιερέας και είπε: «Αυτό είναι βλασφημία στο Θεό. Τι μας χρειάζονται τώρα πια οι μάρτυρες; Να, μόλις τώρα ακούσατε τα βλάσφημα λόγια του.
66Τι απόφαση παίρνετε;» Κι αυτοί αποκρίθηκαν: «Είναι ένοχος και πρέπει να θανατωθεί».
67Τότε τον έφτυσαν στο πρόσωπο και τον χτύπησαν, ενώ άλλοι του έδιναν ραπίσματα
68λέγοντας: «Μεσσία, σαν προφήτης που είσαι, πες μας ποιος σε χτύπησε;»
Η άρνηση του Πέτρου
(Μκ 14:66-72 · Λκ 22:54-62 · Ιω 18:15-18 · Ιω 18:25-27)
69Στο μεταξύ, ο Πέτρος καθόταν έξω στην αυλή. Εκεί τον πλησίασε μια δούλη και του είπε: «Ήσουν κι εσύ μαζί με τον Ιησού το Γαλιλαίο».
70Αυτός όμως αρνήθηκε μπροστά σ’ όλους αυτούς λέγοντας: «Δεν ξέρω τι λες».
71Την ώρα όμως που πήγαινε στην αυλόπορτα, τον είδε μια άλλη δούλη, και τους λέει: «Ήταν κι αυτός εκεί με τον Ιησού το Ναζωραίο».
72Και πάλι αυτός αρνήθηκε, ορκίστηκε μάλιστα: «Δεν τον ξέρω αυτόν τον άνθρωπο».
73Ύστερα από λίγο πλησίασαν οι παρευρισκόμενοι κι είπαν στον Πέτρο: «Ασφαλώς είσαι κι εσύ απ’ αυτούς· σε προδίνει ο τρόπος που μιλάς».
74Τότε εκείνος άρχισε να ορκίζεται: «Ο Θεός να με τιμωρήσει αν τον ξέρω αυτόν τον άνθρωπο!» Κι αμέσως τότε λάλησε ο πετεινός.
75Και θυμήθηκε ο Πέτρος τα λόγια που του είχε πει ο Ιησούς: «Πριν λαλήσει ο πετεινός, θ’ αρνηθείς τρεις φορές πως με ξέρεις». Βγήκε τότε έξω και έκλαψε πικρά.
Αρχαίο Κείμενο

Απόδοση στα Νέα Ελληνικά

Ηχητικα

Κειμενα

Βιβλια

Βίντεο

ΟΜΙΛΙΑ:
ΚΑΤΗΓΟΡΙΑ:
/
AUTOPLAY